ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάουςτῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.ἰοὺ ἰού·μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,μὴ ʼγὼ νόημα κομψότερον ἤκουσά πω·ὥστʼ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.τίς ἂν οὖν τὸ πρᾶγμʼ αὐτοῖς διηγήσαιτο;σύ.ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.πῶς δῆτʼ ἂν αὐτοὺς ξυγκαλέσειας;ῥᾳδίως.δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλʼ ἐς τὴν λόχμην,ἔπειτʼ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματοςἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.ὦ φίλτατʼ ὀρνίθων σὺ μή νυν ἕσταθι·ἀλλʼ ἀντιβολῶ σʼ ἄγʼ ὡς τάχιστʼ ἐς τὴν λόχμηνἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.ἄγε σύννομέ μοι παῦσαι μὲν ὕπνου,λῦσον δὲ νόμους ἱερῶν ὕμνων,οὓς διὰ θείου στόματος θρηνεῖςτὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν·ἐλελιζομένης δʼ ἱεροῖς μέλεσινγένυος ξουθῆςκαθαρὰ χωρεῖ διὰ φυλλοκόμουμίλακος ἠχὼ πρὸς Διὸς ἕδρας,ἵνʼ ὁ χρυσοκόμας Φοῖβος ἀκούωντοῖς σοῖς ἐλέγοις ἀντιψάλλωνἐλεφαντόδετον φόρμιγγα θεῶνἵστησι χορούς· διὰ δʼ ἀθανάτωνστομάτων χωρεῖ ξύμφωνος ὁμοῦθεία μακάρων ὀλολυγή.ὦ Ζεῦ βασιλεῦ τοῦ φθέγματος τοὐρνιθίου·οἶον κατεμελίτωσε τὴν λόχμην ὃλην.οὗτος.τί ἔστιν;οὐ σιωπήσει;