ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.φεῦ φεῦ·ἦ μέγʼ ἐνορῶ βούλευμʼ ἐν ὀρνίθων γένει,καὶ δύναμιν ἣ γένοιτʼ ἄν, εἰ πίθοισθέ μοι.τί σοι πιθώμεσθʼ;ὅ τι πίθησθε; πρῶτα μὲνμὴ περιπέτεσθε πανταχῇ κεχηνότες·ὡς τοῦτʼ ἄτιμον τοὔργον ἐστίν. αὐτίκαἐκεῖ παρʼ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,τίς ὄρνις οὗτος; ὁ Τελέας ἐρεῖ ταδί·ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,ἀτέκμαρτος, οὐδὲν οὐδέποτʼ ἐν ταὐτῷ μένων.νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.τί ἂν οὖν ποιοῖμεν;οἰκίσατε μίαν πόλιν.ποίαν δʼ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος,βλέψον κάτω.καὶ δὴ βλέπω.βλέπε νῦν ἄνω.βλέπω.περίαγε τὸν τράχηλον.νὴ Δίαἀπολαύσομαί τί γʼ, εἰ διαστραφήσομαι.εἶδές τι;τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.οὐχ οὗτος οὖν δήπου ʼστὶν ὀρνίθων πόλος;πόλος; τίνα τρόπον;ὥσπερ ἂν εἴποι τις τόπος.ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεταιἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.ἢν δʼ οἰκίσητε τοῦτο καὶ φάρξηθʼ ἅπαξ,ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.ὥστʼ ἄρξετʼ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,τοὺς δʼ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.πῶς;ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.εἶθʼ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθαΠυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,