ἐγὼ δʼ, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.ἀλλʼ ἴθι μεθʼ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντʼ ἐκεῖ λάβῃς.ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶἐς τοὺς γάμους.βούλεσθε δῆτʼ ἐγὼ τέωςὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δʼ ἴτε.ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.οὐκ εἶ μεθʼ ἡμῶν;εὖ γε μέντἂν διετέθην.ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.ἔστι δʼ ἐν Φαναῖσι πρὸς τῇΚλεψύδρᾳ πανοῦργον ἐγ-γλωττογαστόρων γένος,οἳ θερίζουσίν τε καὶ σπείρουσικαὶ τρυγῶσι ταῖς γλώτταισισυκάζουσί τε·βάρβαροι δʼ εἰσὶν γένος,Γοργίαι τε καὶ Φίλιπποι.κἀπὸ τῶν ἐγγλωττογαστόρωνἐκείνων τῶν Φιλίππωνπανταχοῦ τῆς Ἀττικῆς ἡγλῶττα χωρὶς τέμνεται.ὦ πάντʼ ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου,ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος,δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις.προσέρχεται γὰρ οἷς οὔτε παμφαὴςἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ,οὔθʼ ἡλίου τηλαυγὲς ἀκτίνων σέλαςτοιοῦτον ἐξέλαμψεν, οἶον ἔρχεταιἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος·ὀσμὴ δʼ ἀνωνόμαστος ἐς βάθος κύκλουχωρεῖ, καλὸν θέαμα· θυμιαμάτων δʼαὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ.ὁδὶ δὲ καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶςΜούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.ἄναγε δίεχε πάραγε πάρεχε.περιπέτεσθε