οἴμοι τάλας οἷόν σε περισοφίζεται.δεῦρʼ ὡς ἔμʼ ἀποχώρησον, ἵνα τί σοι φράσω.διαβάλλεταί σʼ ὁ θεῖος ὦ πόνηρε σύ.τῶν γὰρ πατρῴων οὐδʼ ἀκαρῆ μέτεστί σοικατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.ἐγὼ νόθος; τί λέγεις;σὺ μέντοι νὴ Δίαὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτεἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,οὖσαν θυγατέρʼ, ὄντων ἀδελφῶν γνησίων;τί δʼ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματανοθεἶ ἀποθνῄσκων;ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,ἀνθέξεταί σου τῶν πατρῴων χρημάτωνφάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον·νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντωνγνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖςἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.ἐμοὶ δʼ ἄρʼ οὐδὲν τῶν πατρῴων χρημάτωνμέτεστιν;οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,ἤδη σʼ ὁ πατὴρ εἰσήγαγʼ ἐς τοὺς φράτερας;οὐ δῆτʼ ἐμέ γε. καὶ δῆτʼ ἐθαύμαζον πάλαι.τί δῆτʼ ἄνω κέχηνας αἴκειαν βλέπων;ἀλλʼ ἢν μεθʼ ἡμῶν ᾖς, καταστήσας σʼ ἐγὼτύραννον ὀρνίθων παρέξω σοι γάλα.δίκαιʼ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγεινπερὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.τί δαὶ σὺ φῄς;τἀναντία ψηφίζομαι.ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦὄρνιτο παραδίδωμι.παραδοῦναι λέγει.μὰ τὸν Δίʼ οὐχ οὗτός γε παραδοῦναι λέγει,εἰ μὴ † βαδίζειν † ωἅσπερ αἱ χελιδόσιν λέγει.οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε·