τὸν μάκαρα μάκαρι σὺν τύχᾳ.ὦ φεῦ φεῦ τῆς ὥρας τοῦ κάλλους.ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γημας.μεγάλαι μεγάλαι κατέχουσι τύχαιγένος ὀρνίθωνδιὰ τόνδε τὸν ἄνδρʼ. ἀλλʼ ὑμεναίοιςκαὶ νυμφιδίοισι δέχεσθʼ ᾠδαῖςαὐτὸν καὶ τὴν Βασίλειαν.Ἥρᾳ ποτʼ Ὀλυμπίᾳτῶν ἠλιβάτων θρόνωνἄρχοντα θεοῖς μέγανΜοῖραι ξυνεκοίμισανἐν τοιῷδʼ ὑμεναίῳ.Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.ὁ δʼ ἀμφιθαλὴς Ἔρωςχρυσόπτερος ἡνίαςηὔθυνε παλιντόνους,Ζηνὸς πάροχος γάμωντῆς τʼ εὐδαίμονος Ἥρας.Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς·ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦκαὶ τὰς χθονίας κλῄσατε βροντὰςτάς τε πυρώδεις Διὸς ἀστεροπὰςδεινόν τʼ ἀργῆτα κεραυνόν.ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,ὦ χθόνιαι βαρυαχέεςὀμβροφόροι θʼ ἅμα βρονταί,αἷς ὅδε νῦν χθόνα σείει.διὰ σὲ τὰ πάντα κρατήσαςκαὶ πάρεδρον Βασίλειαν ἔχει Διός.Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.ἔπεσθε νῦν γάμοισιν ὦφῦλα πάντα συννόμωνπτεροφόρʼ ἐπὶ δάπεδον Διὸςκαὶ λέχος γαμήλιον.ὄρεξον ὦ μάκαιρα σὴν