κἀμοὶ δοκεῖ.τί δαὶ σὺ φῄς;ναβαισατρεῦ.ὁρᾷς; ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτιἀκούσαθʼ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶνεὐξάμενος εἶτα διασοφίζηται λέγων,μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ,ἀναπράξομεν καὶ ταῦτα.φέρʼ ἴδω τῷ τρόπῳ;ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳπροβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαιτούτοις ἐγώ.καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;σαυνάκαβακταρικροῦσα.φησί μʼ εὖ λέγειν πάνυ.εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.καὶ νὴ Δίʼ ἕτερόν γʼ ἐστὶν οὗ ʼμνήσθην ἐγώ.τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκʼ ἐμοὶἐκδοτέον ἐστίν.οὐ διαλλαγῶν ἐρᾷς.ἀπίωμεν οἴκαδʼ αὖθις.ὀλίγον μοι μέλει.μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.ὦ δαιμόνιʼ ἀνθρώπων Πόσειδον ποῖ φέρει;ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;τί δαὶ ποιῶμεν;ὅ τι; διαλλαττώμεθα.τί δʼ ᾠζύρʼ; οὐκ οἶσθʼ ἐξαπατώμενος πάλαι;βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεταιτὰ χρήμαθʼ, ὅσʼ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.