τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας.τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεντρεῖς ὄντες ἡμεῖς.ἀλλʼ ἐπικνῶ τὸ σίλφιον.τὰ δὲ κρέα τοῦ ταῦτʼ ἐστίν;ὄρνιθές τινεςἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοιςἔδοξαν ἀδικεῖν.εἶτα δῆτα σίλφιονεἴπικνῇς πρότερον αὐτοῖσιν;ὦ χαῖρʼ Ἡράκλεις.τί ἔστι;πρεσβεύοντες ἡμεῖς ἥκομενπαρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει.ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοιὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν,ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί.τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.ἀλλʼ οὔτε πρότερον πώποθʼ ἡμεῖς ἤρξαμενπολέμου πρὸς ὑμᾶς, νῦν τʼ ἐθέλομεν, εἰ δοκεῖ,ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαιʼ ἐστὶν ταδί,τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιντὸν Δίʼ ἀποδοῦναι· κἂν διαλλαττώμεθαἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπʼ ἄριστον καλῶ.ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.τί ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ.ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶἰσχύσετʼ, ἢν ὄρνιθες ἄρξωσιν κάτω;νῦν μέν γʼ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοικύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί·ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳπροσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.