ἥν γʼ ἢν σὺ παρʼ ἐκείνου παραλάβῃς, πάντʼ ἔχεις.τούτων ἕνεκα δεῦρʼ ἦλθον, ἵνα φράσαιμί σοι.ἀεί ποτʼ ἀνθρώποις γὰρ εὔνους εἴμʼ ἐγώ.μόνον θεῶν γὰρ διὰ σʼ ἀπανθρακίζομεν.μισῶ δʼ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.νὴ τὸν Δίʼ ἀεὶ δῆτα θεομισὴς ἔφυς.Τίμων καθαρός. ἀλλʼ ὡς ἂν ἀποτρέχω πάλιν,φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.πρὸς δὲ τοῖς Σκιάποσιν λίμνητις ἔστʼ ἄλουτος οὗψυχαγωγεῖ Σωκράτης·ἔνθα καὶ Πείσανδρος ἦλθεδεόμενος ψυχὴν ἰδεῖν ἣζῶντʼ ἐκεῖνον προὔλιπε,σφάγιʼ ἔχων κάμηλον ἀμνόντινʼ, ἧς λαιμοὺς τεμὼν ὥσπερποθʼ οὑδυσσεὺς ἀπῆλθε,κᾆτʼ ἀνῆλθʼ αὐτῷ κάτωθενπρὸς τὸ λαῖτμα τῆς καμήλουΧαιρεφῶν ἡ νυκτερίς.τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίαςὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.οὗτος τί δρᾷς; ἐπʼ ἀριστέρʼ οὕτως ἀμπέχει;οὐ μεταβαλεῖς θοἰμάτιον ὧδʼ ἐπιδέξια;τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε,εἰ τουτονί γʼ ἐχειροτόνησαν οἱ θεοί;ἕξεις ἀτρέμας;οἴμωζε· πολὺ γὰρ δή σʼ ἐγὼἑόρακα πάντων βαρβαρώτατον θεῶν.ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;ἀκήκοαςἐμοῦ γʼ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,ὅστις ποτʼ ἔσθʼ ὁ τοὺς θεοὺς ἀποτειχίσας.ἀλλʼ ὦγάθʼ ᾑρήμεσθα περὶ διαλλαγῶνπρέσβεις.διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·