ἰοὺ ἰού·εὖ γʼ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.ἄκουε δή νυν.ὡς ἀκούοντος λέγε.ἀπόλωλεν ὁ Ζεύς.πηνίκʼ ἄττʼ ἀπώλετο;ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτιθεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄποἀνῆλθεν ὡς ἡμᾶς ἀπʼ ἐκείνου τοῦ χρόνου,ἀλλʼ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομενἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶπεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότεςἐπιστρατεύσειν φάσʼ ἄνωθεν τῷ Διί,εἰ μὴ παρέξει τἀμπόριʼ ἀνεῳγμένα,ἵνʼ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινεςἄνωθεν ὑμῶν;οὐ γάρ εἰσι βάρβαροι,ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροιςτί ἔστιν;ὅ τι ἔστιν; Τριβαλλοί.μανθάνω.ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο;μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές·ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶνπαρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·ὑμεῖς δὲ μὴ σπένδεσθʼ, ἐὰν μὴ παραδιδῷτὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,καὶ τὴν Βασίλειάν σοι γυναῖκʼ ἔχειν διδῷ.τίς ἐστιν ἡ Βασίλεια;καλλίστη κόρη,ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸςκαὶ τἄλλʼ ἁπαξάπαντα, τὴν εὐβουλίαντὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια,τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.ἅπαντά γʼ ἆρʼ αὐτῷ ταμιεύει;φήμʼ ἐγώ.