βλαστάνει καὶ συκοφαντεῖ,τοῦ δὲ χειμῶνος πάλιν τὰςἀσπίδας φυλλορροεῖ.ἔστι δʼ αὗ χώρα πρὸς αὐτῷτῷ σκότῳ πόρρω τις ἐντῇ λύχνων ἐρημίᾳ,ἔνθα τοῖς ἥρωσιν ἄνθρωποιξυναριστῶσι καὶ ξύν-εισι πλὴν τῆς ἑσπέρας.τηνικαῦτα δʼ οὐκέτʼ ἦνἀσφαλὲς ξυντυγχάνειν.εἰ γὰρ ἐντύχοι τις ἥρῳτῶν βροτῶν νύκτωρ Ὀρέστῃ,γυμνὸς ἦν πληγεὶς ὑπʼ αὐτοῦπάντα τἀπιδέξια.οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μʼ ὄψεται.ποῦ Πισθέταιρός ἐστʼ;ἔα τουτὶ τί ἦν;τίς ὁ συγκαλυμμός;τῶν θεῶν ὁρᾷς τιναἐμοῦ κατόπιν ἐνταῦθα;μὰ Δίʼ ἐγὼ μὲν οὔ.τίς δʼ εἶ σύ;πηνίκʼ ἐστὶν ἄρα τῆς ἡμέρας;ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.ἀλλὰ σὺ τίς εἶ;βουλυτὸς ἢ περαιτέρω;οἴμʼ ὡς βδελύττομαί σε.τί γὰρ ὁ Ζεὺς ποιεῖ;ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;οἴμωζε μεγάλʼ.οὕτω μὲν ἐκκεκαλύψομαι.ὦ φίλε Προμηθεῦ.παῦε παῦε, μὴ βόα.τί γὰρ ἔστι;σίγα, μὴ κάλει μου τοὔνομα·ἀπὸ γάρ μʼ ὀλεῖς, εἴ μʼ ἐνθάδʼ ὁ Ζεὺς ὄψεται.ἀλλʼ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχεἄνωθεν, ὡς ἂν μή μʼ ὁρῶσιν οἱ θεοί.