ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεταιἐπαίρεταί τʼ ἄνθρωπος. οὕτω καί σʼ ἐγὼἀναπτερώσας βούλομαι χρηστοῖς λόγοιςτρέψαι πρὸς ἔργον νόμιμον.ἀλλʼ οὐ βούλομαι.τί δαὶ ποιήσεις;τὸ γένος οὐ καταισχυνῶ.παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖςἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένουςκαλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶκατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε.μανθάνω.ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκηνἐνθάδε πρὶν ἥκειν ὁ ξένος.πάνυ μανθάνεις.κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτειἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ.πάντʼ ἔχεις.βέμβικος οὐδὲν διαφέρειν δεῖ.μανθάνωβέμβικα· καὶ μὴν ἔστι μοι νὴ τὸν Δίακάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.οἴμοι τάλας μάστιγʼ ἔχεις.πτερὼ μὲν οὖν,οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.οἴμοι τάλας.οὐ πτερυγιεῖς ἐντευθενί;οὐκ ἀπολιβάξεις ὦ κάκιστʼ ἀπολούμενος;πικρὰν τάχʼ ὄψει στρεψοδικοπανουργίαν.ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.πολλὰ δὴ καὶ καινὰ καὶ θαυμάστʼἐπεπτόμεσθα καὶδεινὰ πράγματʼ εἴδομεν.ἔστι γὰρ δένδρον πεφυκὸςἔκτοπόν τι Καρδίας ἀ-πωτέρω Κλεώνυμος,χρήσιμον μὲν οὐδέν, ἄλλωςδὲ δειλὸν καὶ μέγα.τοῦτο τοῦ μὲν ἦρος ἀεὶ