τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.ὅδʼ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.τανυσίπτερε ποικίλα μάλʼ αὖθις.ἐς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ,δεῖσθαι δʼ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.τίς ὁ πτερῶν δεῦρʼ ἐστὶ τοὺς ἀφικνουμένους;ὁδὶ πάρεστιν· ἀλλʼ ὅτου δεῖ χρὴ λέγειν.πτερῶν πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον.μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;μὰ Δίʼ ἀλλὰ κλητήρ εἰμι νησιωτικὸςκαὶ συκοφάντης —ὦ μακάριε τῆς τέχνης.καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼνκύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;μὰ Δίʼ ἀλλʼ ἵνʼ οἱ λῃσταί τε μὴ λυπῶσί με,μετὰ τῶν γεράνων τʼ ἐκεῖθεν ἀναχωρῶ πάλιν,ἀνθʼ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; εἰπέ μοι,νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.ἀλλʼ ἔστιν ἕτερα νὴ Δίʼ ἔργα σώφρονα,ἀφʼ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.ὦ δαιμόνιε μὴ νουθέτει μʼ ἀλλὰ πτέρου.νῦν τοι λέγων πτερῶ σε.καὶ πῶς ἂν λόγοιςἄνδρα πτερώσειας σύ;πάντες τοῖς λόγοιςἀναπτεροῦνται.πάντες;οὐκ ἀκήκοας,ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτετοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφηςλέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν.ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.λόγοισί τἄρα καὶ πτεροῦνται;φήμʼ ἐγώ.