πέτομαι δʼ ὁδὸν ἄλλοτʼ ἐπʼ ἄλλαν μελέων —τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων —ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.παῦσαι μελῳδῶν, ἀλλʼ ὅ τι λέγεις εἰπέ μοι.ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιοςἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖνἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεταιἀέρια καὶ σκότιά γε καὶ κυαναυγέακαὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα.οὐ δῆτʼ ἔγωγε.νὴ τὸν Ἡρακλέα σύ γε.ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.εἴδωλα πετεινῶναἰθεροδρόμωνοἰωνῶν ταναοδείρων —ὠόπ.τὸν ἁλάδρομον ἁλάμενοςἅμʼ ἀνεμων πνοαῖσι βαίην.νὴ τὸν Δίʼ ἦ ʼγώ σου καταπαύσω τὰς πνοάς.τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,τοτὲ δʼ αὖ βορέᾳ σῶμα πελάζωνἀλίμενον αἰθέρος αὔλακα τέμνων.χαρίεντά γʼ ὦ πρεσβῦτʼ ἐσοφίσω καὶ σοφά.οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμʼ ἀεί;βούλει διδάσκειν καὶ παρʼ ἡμῖν οὖν μένωνΛεωτροφίδῃ χορὸν πετομένων ὀρνέωνΚεκροπίδα φυλήν;καταγελᾷς μου, δῆλος εἶ.ἀλλʼ οὖν ἔγωγʼ οὐ παύσομαι, τοῦτʼ ἴσθʼ ὅτι,πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι,τανυσίπτερε ποικίλα χελιδοῖ;