πρὸς ἄνδρʼ ὁρῶν πτερώσεις.οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι,οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.γενοίμαν αἰετὸς ὑψιπέτας,ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτουγλαυκᾶς ἐπʼ οἶδμα λίμνας.ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος.ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.αἰβοῖ·οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον·ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαιοἰκεῖν μεθʼ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.πάντων· μάλιστα δʼ ὅτι καλὸν νομίζεταιτὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.καὶ νὴ Δίʼ ἀνδρεῖόν γε πάνυ νομιζομεν,ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.διὰ ταῦτα μέντοι δεῦρʼ ἀνοικισθεὶς ἐγὼἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντʼ ἔχειν.ἀλλʼ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμοςπαλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν·ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμουςπάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων,δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.ἀπέλαυσά τἄρα νὴ Δίʼ ἐλθὼν ἐνθαδί,εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.οὐδέν γʼ. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλεεὔνους, πτερώσω σʼ ὥσπερ ὄρνιν ὀρφανόν.σοὶ δʼ ὦ νεανίσκʼ οὐ κακῶς ὑποθήσομαι,ἀλλʼ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρτὸν μὲν πατέρα μὴ τύπτε· ταυτηνδὶ λαβὼντὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ,νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε,τὸν πατέρ ἔα ζῆν· ἀλλʼ ἐπειδὴ μάχιμος εἶ,ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,καὶ πείσομαί σοι.νοῦν ἄρʼ ἔξεις νὴ Δία.ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις·