Ὀπουντίῳ δʼ ὀφθαλμὸν οὐκ ἔχων κόραξ,κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει,ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς,Συρακοσίῳ δὲ κίττα· Μειδίας δʼ ἐκεῖὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγιὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.ᾖδον δʼ ὑπὸ φιλορνιθίας πάντες μέλη,ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένηἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω·ἥξουσʼ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοιπτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων·ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.οὐκ ἆρα μὰ Δίʼ ἡμῖν ἔτʼ ἔργον ἑστάναι.ἀλλʼ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχουςκαὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν·Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά·ἐγὼ δʼ ἐκείνων τοὺς προσιόντας δέξομαι.ταχὺ δὴ πολυάνορα τάνδε πόλινκαλεῖ τις ἀνθρώπων.τύχη μόνον προσείη.κατέχουσι δʼ ἔρωτες ἐμᾶς πόλεως.θάττον φέρειν κελεύω.τί γὰρ οὐκ ἔνι ταύτῃκαλὸν ἀνδρὶ μετοικεῖν;Σοφία Πόθος Ἀμβροσία Χάριτεςτό τε τῆς ἀγανόφρονος Ἡσυχίαςεὐήμερον πρόσωπον.ὡς βλακικῶς διακονεῖς·οὐ θᾶττον ἐγκονήσεις;φερέτω κάλαθον ταχύ τις πτερύγων,σὺ δʼ αὖθις ἐξόρμα —τύπτων γε τοῦτον ὡδί.πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.Μανῆς γάρ ἐστι δειλός.σὺ δὲ τὰ πτερὰ πρῶτονδιάθες τάδε κόσμῳ,τά τε μουσίχʼ ὁμοῦ τά τε μαντικὰ καὶτὰ θαλάττιʼ. ἔπειτα δʼ ὅπως φρονίμως