εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.σὺ δʼ εἴ με λυπήσεις τι, τῆς διακόνουπρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶτὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπωςοὕτω γέρων ὢν στύομαι τριέμβολον.διαρραγείης ὦ μέλʼ αὐτοῖς ῥήμασιν.οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ.ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένηκαταιθαλώσεις τῶν νεωτέρων τινά;ἀποκεκλῄκαμεν διογενεῖς θεοὺςμηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,μηδέ γέ τινʼ ἱερόθυτον ἀνὰ δάπεδον ἔτιτῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺςοἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.ὦ Πισθέταιρʼ ὦ μακάριʼ ὦ σοφώτατε,ὦ κλεινότατʼ ὦ σοφώτατʼ ὦ γλαφυρώτατε,ὦ τρισμακάριʼ ὦ κατακέλευσον.τί σὺ λέγεις;στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκαστεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.δέχομαι. τί δʼ οὕτως οἱ λεῲ τιμῶσί με;ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,οὐκ οἷσθʼ ὅσην τιμὴν παρʼ ἀνθρώποις φέρει,ὅσους τʼ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουνσκυτάλιʼ ἐφόρουν, νυνὶ δʼ ὑποστρέψαντες αὖὀρνιθομανοῦσι, πάντα δʼ ὑπὸ τῆς ἡδονῆςποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι·πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμαἐπέτονθʼ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν·κἄπειτʼ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία·εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα τὰ ψηφίσματα.ὠρνιθομάνουν δʼ οὕτω περιφανῶς ὥστε καὶπολλοῖσιν ὀρνίθων ὀνόματʼ ἦν κείμενα.πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετοχωλός, Μενίππῳ δʼ ἦν χελιδὼν τοὔνομα,