ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;μὰ Δίʼ οὐκ ἔμοιγʼ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.κἄπειτα δῆθʼ οὕτω σιωπῇ διαπέτειδιὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;οὐκ οἶδα μὰ Δίʼ ἔγωγε· τῇδε μὲν γὰρ οὔ.ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γʼ οἶσθα τοῦθʼ ὅτιδικαιότατʼ ἂν ληφθεῖσα πασῶν Ἰρίδωνἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;ἀλλʼ ἀθάνατός εἰμʼ.ἀλλʼ ὅμως ἂν ἀπέθανες.δεινότατα γάρ τοι πεισόμεσθʼ, ἐμοὶ δοκεῖ,εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δʼ οἱ θεοὶἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθʼ ὅτιἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸςφράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖςμηλοσφαγεῖν τε βουθύτοις ἐπʼ ἐσχάραιςκνισᾶν τʼ ἀγυιάς.τί σὺ λέγεις; ποίοις θεοῖς;ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.θεοὶ γὰρ ὑμεῖς;τίς γάρ ἐστʼ ἄλλος θεός;ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί.ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρέναςδεινάς, ὅπως μή σου γένος πανώλεθρονΔιὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰςκαταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.ἄκουσον αὕτη· παῦε τῶν παφλασμάτων·ἔχʼ ἀτρέμα. φέρʼ ἴδω, πότερα Λυδὸν ἢ Φρύγαταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;ἆρʼ οἶσθʼ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονοςκαταιθαλώσω πυρφόροισιν αἰετοῖς;πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸνὄρνις ἐπʼ αὐτὸν παρδαλᾶς ἐνημμένουςπλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε