χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός·ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιναἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου·κἄστʼ οὐ μακρὰν ἄπωθεν, ἀλλʼ ἐνταῦθά πουἤδη ʼστίν.οὔκουν σφενδόνας δεῖ λαμβάνεινκαὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης·τόξευε παῖε, σφενδόνην τίς μοι δότω.πόλεμος αἴρεται, πόλεμος οὐ φατὸςπρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶςἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο,μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν·ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίουδίνης πτερωτὸς φθόγγος ἐξακούεται.αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μένʼ ἥσυχος,ἔχʼ ἀτρέμας· αὐτοῦ στῆθʼ· ἐπίσχες τοῦ δρόμου.τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότʼ εἶ.παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.ὄνομα δέ σο. τί ἐστι; πλοῖον ἢ κυνῆ;Ἶρις ταχεῖα.Πάραλος ἢ Σαλαμινία;τί δὲ τοῦτο;ταυτηνί τις οὐ συλλήψεταιἀναπτόμενος τρίορχος;ἐμὲ συλλήψεται;τί ποτʼ ἐστὶ τουτὶ τὸ κακόν;οἰμώξει μακρά.ἄτοπόν γε τουτὶ πρᾶγμα.κατὰ ποίας πύλαςεἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;οὐκ οἶδα μὰ Δίʼ ἔγωγε κατὰ ποίας πύλας.ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν;τί τὸ κακόν.οὐκ ἔλαβες;ὑγιαίνεις μέν;οὐδὲ σύμβολον