οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαιςἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;καὶ νὴ Δίʼ αἱ νῆτταί γε περιεζωσμέναιἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέαἐπέτοντʼ ἔχουσαι κατόπιν †ὥσπερ παιδίατὸν πηλὸν ἐν τοῖς στόμασιν† αἱ χελιδόνες.τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;φέρʼ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνεςἀπηργάσαντʼ;ὄρνιθες ἦσαν τέκτονεςσοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσινἀπεπελέκησαν τὰς πύλας· ἦν δʼ ὁ κτύποςαὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.καὶ νῦν ἅπαντʼ ἐκεῖνα πεπύλωται πύλαιςκαὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ,φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαιἐν τοῖσι πύργοις. ἀλλʼ ἐγὼ μὲν ἀποτρέχωνἀπονίψομαι· σὺ δʼ αὐτὸς ἤδη τἄλλα δρᾶ.οὗτος τί ποιεῖς; ἆρα θαυμάζεις ὅτιοὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;νὴ τοὺς θεοὺς ἔγωγε· καὶ γὰρ ἄξιον·ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.ἀλλʼ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελοςἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.τί τὸ πρᾶγμα τουτί;δεινότατα πεπόνθαμεν.τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸςδιὰ τῶν πυλῶν εἰσέπτετʼ ἐς τὸν ἀέρα,λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.τίς τῶν θεῶν;οὐκ ἴσμεν· ὅτι δʼ εἶχε πτερά,τοῦτʼ ἴσμεν.οὔκουν δῆτα περιπόλους ἐχρῆνπέμψαι κατʼ αὐτὸν εὐθύς;ἀλλʼ ἐπέμψαμεντρισμυρίους ἱέρακας ἱπποτοξότας,