κἂν λαχόντες ἀρχίδιον εἶθʼ ἁρπάσαι βούλησθέ τι,ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν.ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν.ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖνὥσπερ ἀνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆνʼ ἔχῃ,ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθʼ οὕτω δίκηνδώσεθʼ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν ὦρνιθες καλά·ἀλλʼ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελοςοὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.ἀλλʼ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι ποῦ,ποῦ Πισθέταιρός ἐστιν ἅρχων;οὑτοσί.ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.εὖ λέγεις.κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον·ὥστʼ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺςκαὶ Θεογένης ἐναντίω δύʼ ἅρματε,ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.Ἡράκλεις.τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησʼ αὔτʼ ἐγώ,ἑκατοντορόγυιον.ὦ Πόσειδον τοῦ μάκρους.τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιοςπλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,ἀλλʼ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαιγέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.τούτους δʼ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.ἕτεροι δʼ ἐπλινθοφόρουν πελαργοὶ μύριοι·ὕδωρ δʼ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέραοἱ χαραδριοὶ καὶ τἄλλα ποτόμιʼ ὄρνεα.ἐπηλοφόρουν δʼ αὐτοῖσι τίνες;ἐρωδιοὶλεκάναισι.τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;τοῦτʼ ὦγάθʼ ἐξηύρητο καὶ σοφώτατα·