ἑρπετά τε καὶ δάκετα πάνθʼ ὅσαπερἔστιν ὑπʼ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται.τῇδε μέντοι θἠμέρᾳ μάλιστʼ ἐπαναγορεύεται,ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον,λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινατῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν.βουλόμεσθʼ οὖν νυν ἀνειπεῖν ταὐτὰ χἠμεῖς ἐνθάδε.ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον,λήψεται τάλαντον, ἢν δὲ ζῶντά γʼ ἀγάγῃ, τέτταρα,ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθʼ ἑπτὰ τοὐβολοῦ,εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται,τοῖς τε κοψίχοισιν ἐς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά,τὰς περιστεράς θʼ ὁμοίως ξυλλαβὼν εἵρξας ἔχει,κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ.ταῦτα βουλόμεσθʼ ἀνειπεῖν· κεἴ τις ὄρνιθας τρέφειεἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι.ἢν δὲ μὴ πίθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέωναὖθις ὑμεῖς αὖ παρʼ ἡμῖν δεδεμένοι παλεύσετε.εὔδαιμον φῦλον πτηνῶνοἰωνῶν, οἳ χειμῶνος μὲνχλαίνας οὐκ ἀμπισχνοῦνται·οὐδʼ αὖ θερμὴ πνίγους ἡμᾶςἀκτὶς τηλαυγὴς θάλπει·ἀλλʼ ἀνθηρῶν λειμώνωνφύλλων τʼ ἐν κόλποις ναίω,ἡνίκʼ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέταςθάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ.χειμάζω δʼ ἐν κοίλοις ἄντροιςνύμφαοις οὐρείαις ξυμπαίζων·ἠρινά τε βοσκόμεθα παρθένιαλευκότροφα μύρτα Χαρίτων τε κηπεύματα.τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι,ὅσʼ ἀγάθʼ, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν,ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται,γλαῦκες ὑμᾶς οὔποτʼ ἐπιλείψουσι Λαυρειωτικαί·ἀλλʼ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοιςἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα.εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε·τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν·