ἄπιθι λαβών· ἔστιν δʼ ὁ μισθὸς οὑτοσί.τουτὶ τί ἦν;ἐκκλησία περὶ Φαρνάκου.μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω;οὐ δεινά; καὶ πέμπουσιν ἤδη ʼπισκόπουςἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;ἐὰν δʼ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ —τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέουςἥκω παρʼ ὑμᾶς δεῦρο πωλήσων.τὸ τί;χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶσταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.σὺ δέ γʼ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα.οὗτος τί πάσχεις;οὐκ ἀποίσεις τοὺς νόμους;πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα.ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθʼ ἦσθα σύ;ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηταικατὰ τὴν στήλην —οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθʼ ἦσθʼ ἔτι;ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς.ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.μέμνησʼ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;αἰβοῖ· λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς;ἀπίωμεν ἡμεῖς ὡς τάχιστʼ ἐντευθενὶθύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.ἤδη ʼμοὶ τῷ παντόπτᾳκαὶ παντάρχᾳ θνητοὶ πάντεςθύσουσʼ εὐκταίαις εὐχαῖς.πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω,σῴζω δʼ εὐθαλεῖς καρποὺςκτείνων παμφύλων γέννανθηρῶν, ἂ πάντʼ ἐν γαίᾳἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοιςδένδρεσί τʼ ἐφημένα καρπὸν ἀποβόσκεται·κτείνω δʼ οἳ κήπους εὐώδειςφθείρουσιν λύμαις ἐχθίσταις,