ὦ σεμνοτάτη βασίλεια θεὰπότνιʼ Εἰρήνη,δέσποινα χορῶν, δέσποινα γάμων,δέξαι θυσίαν τὴν ἡμετέραν.δέξαι δῆτʼ ὦ πολυτιμήτηνὴ Δία, καὶ μὴ ποίει γʼ ἅπερ αἱμοιχευόμεναι δρῶσι γυναῖκες.καὶ γὰρ ἐκεῖναι παρακλίνασαιτῆς αὐλείας παρακύπτουσιν,κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖςἀναχωροῦσιν,κᾆτʼ ἢν ἀπίῃ παρακύπτουσιν.τούτων σὺ ποίει μηδὲν ἔθʼ ἡμᾶς.μὰ Δίʼ ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴνγενναιοπρεπῶς τοῖσιν ἐρασταῖςἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδητρία καὶ δέκʼ ἔτη,λῦσον δὲ μάχας καὶ κορκορυγάς,ἵνα Λυσιμάχην σε καλῶμεν.παῦσον δʼ ἡμῶν τὰς ὑπονοίαςτὰς περικόμψους,αἷς στωμυλλόμεθʼ εἰς ἀλλήλους·μεῖξον δʼ ἡμᾶς τοὺς Ἕλληναςπάλιν ἐξ ἀρχῆςφιλίας χυλῷ καὶ συγγνώμῃτινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν·καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶνἐμπλησθῆναι, μεγάλων σκορόδων,σικύων πρῴων, μήλων, ῥοιῶν.δούλοισι χλανισκιδίων μικρῶν·κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖνχῆνας νήττας φάττας τροχίλους·καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,καὶ περὶ ταύτας ἡμᾶς ἁθρόουςὀψωνοῦντας τυρβάζεσθαιΜορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοιςτένθαις πολλοῖς· κᾆτα Μελάνθιονἥκειν ὕστερον ἐς τὴν ἀγοράν,τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν,εἶτα μονῳδεῖν ἐκ Μηδείας,