χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳτούτων κατὰ καιρὸν ἀπαντᾷ.ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.ἐπείγετέ νυν ἐν ὅσῳσοβαρὰ θεόθεν κατέχειπολέμου μετάτροπος αὔρα.νῦν γὰρ δαίμων φανερῶςεἰς ἀγαθὰ μεταβιβάζει.τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.οὔκουν ἁμιλλήσεσθον; ὡςἢν Χαῖρις ὑμᾶς ἴδῃ,πρόσεισιν αὐλήσων ἄκλητος,κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτιφυσῶντι καὶ πονουμένῳπροσδώσετε δήπου.ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβαπερίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.ἰδού· λεγοις ἂν ἄλλο· περιελήλυθα.φέρε δὴ τὸ δαλίον τόδʼ ἐμβάψω λαβών,σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν,καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.ἰδού.ἔδωκας ἤδη;νὴ τὸν Ἑρμῆν ὥστε γετούτων ὅσοιπέρ εἰσι τῶν θεωμένωνοὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.οὐχ αἱ γυναῖκές γʼ ἔλαβον.ἀλλʼ εἰς ἑσπέρανδώσουσιν αὐταῖς ἅνδρες.ἀλλʼ εὐχώμεθα.τίς τῇδε; ποῦ ποτʼ εἰσὶ πολλοὶ κἀγαθοί;τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.τούτους ἀγαθοὺς ἐνόμισας;οὐ γάρ, οἵτινεςἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶἐς ταὐτὸ τοῦθʼ ἑστᾶσʼ ἰόντες χωρίον;ἀλλʼ ὡς τάχιστʼ εὐχώμεθʼ.εὐχώμεσθα δή.