ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶςτᾶς ἐν τεύτλοισι λοχευομένας·τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν.ταῦτʼ ὦ πολυτίμητʼ εὐχομένοις ἡμῖν δίδου.λαβὲ τὴν μάχαιραν· εἶθʼ ὅπως μαγειρικῶςσφάξεις τὸν οἶν.ἀλλʼ οὐ θέμις.τιὴ τί δή;οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,οὐδʼ αἱματοῦται βωμός. ἀλλʼ εἴσω φέρωνθύσας τὰ μηρἴ ἐξελὼν δεῦρʼ ἔκφερε,χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.σέ τοι θύρασι χρὴ μένοντα τοίνυνσχίζας δευρὶ τιθέναι ταχέωςτά τε πρόσφορα πάντʼ ἐπὶ τούτοις.οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;πῶς δʼ οὐχί; τί γάρ σε πέφευγʼὅσα χρὴ σοφὸν ἄνδρα; τί δʼ οὐσὺ φρονεῖς ὁπόσα χρεών ἐστιντόν γε σοφῇ δόκιμονφρενὶ πορίμῳ τε τόλμῃ;ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.τίς οὖν ἂν οὐκ ἐπαινέσειενἄνδρα τοιοῦτον, ὅστιςπόλλʼ ἀνατλὰς ἔσωσετὴν ἱερὰν πόλιν;ὥστʼ οὐχὶ μὴ παύσῃ ποτʼ ὢνζηλωτὸς ἅπασιν.ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.ἐγὼ δʼ ἐπὶ σπλάγχνʼ εἶμι καὶ θυλήματα.ἐμοὶ μελήσει ταῦτά γʼ· ἀλλʼ ἥκειν ἐχρῆν.ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶπροσέρχεται δάφνῃ τις ἐστεφανωμένος.τίς ἄρα ποτʼ ἐστίν;ὡς ἀλαζὼν φαίνεται·μάντις τίς ἐστιν.οὐ μὰ Δίʼ ἀλλʼ Ἱεροκλέηςοὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.