αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳκαὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;κατέφαγεν;οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσαςὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.ἰδού.ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,καὶ τρῖβʼ ἔθʼ ἑτέρας.μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω,πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερονἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύωνφαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματοςβρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅληςὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαιτῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ.ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίωντέως ἕως σαυτὸν λάθοις διαρραγείς.οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πωςὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινίατὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.