ἦ χρηστὸς ἀνὴρ πολίτηςἐστὶν ἅπασιν ὅστιςγʼ ἐστὶ τοιοῦτος.ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.καὶ νῦν σύ γε δῆλος εἶ·σωτὴρ γὰρ ἅπασιν ἀνθρώποιςγεγένησαι.φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.πολλῶν γὰρ ὑμῖν ἄξιοςΤρυγαῖος ἁθμονεὺς ἐγώ,δεινῶν ἀπαλλάξας πόνωντὸν δημότην ὅμιλον,καὶ τὸν γεωργικὸν λεὼνὙπέρβολόν τε παύσας.ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ;βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ;μὴ μή.τιή;ἵνα μὴ γένηται Θεογένους ὑηνία.τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;ὀί.ὀί;ναὶ μὰ Δίʼ.ἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸντὸ ῥῆμʼ.ἐπίτηδές γʼ, ἵνʼ ὅταν ἐν τἠκκλησίᾳὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοιὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς ὀὶ—εὖ τοι λέγεις.καὶ τἄλλα γʼ ὦσιν ἤπιοι.ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπουςκαὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.ἴθι νυν ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών·ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,