σάφʼ ἴσθι, κἀλήφθη γε μόλις.ὦ δέσποταὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.εἶεν, τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;οὗτος τί περιγράφεις;τὸ δεῖνʼ εἰς Ἴσθμιασκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.ἐκεινοσὶ νεύει.τίς;ὅστις; Ἀριφράδης,ἄγειν παρʼ αὑτὸν ἀντιβολῶν.ἀλλʼ ὦ μέλετὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,ὥστʼ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλειταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.τουτὶ δʼ ὁρᾶτʼ ὀπτάνιον ἡμῖν ὡς καλόν.διὰ ταῦτα καὶ κεκάπνικʼ ἄρʼ· ἐνταυθοῖ γὰρ οὖνπρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποιεῖνταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδʼ ἑστάναι,καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶςπαίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει·τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε,ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμέναφυσῶντα καὶ πνέοντα προσκινήσεται·ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοιπερὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.ἀλλʼ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν.θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει,ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.