στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν·ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.πόθεν δʼ ἔλαβες ταύτας;ὁπόθεν; ἐκ τοὐρανοῦ.οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.ἄγε νυν ἴωμεν.εἰπέ μοι, δῶ καταφαγεῖνταύτῃ τι;μηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖνοὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶπαρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης,ὅσα γʼ ὧδʼ ἰδεῖν,τὰ νῦν τάδε πράττει.τί δῆτʼ ἐπειδὰν νυμφίον μʼ ὁρᾶτε λαμπρὸν ὄντα;ζηλωτὸς ἔσει, γέρον,αὖθις νέος ὢν πάλιν,μύρῳ κατάλειπτος.οἶμαι. τί δῆθʼ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.οὔκουν δικαίως; ὅστις εἰςὄχημα κανθάρου ʼπιβὰςἔσωσα τοὺς Ἕλληνας, ὥστʼἐν τοῖς ἀγροῖσιν αὐτοὺςἅπαντας ὄντας ἀσφαλῶςβινεῖν τε καὶ καθεύδειν.ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίανἀνύσαντε τῇ βουλῇ.τίς αὑτηί;τί φῄς;αὕτη Θεωρία ʼστίν.ἣν ἡμεῖς ποτεἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες;