ἡνίκα τῶν τραγῳδῶντὸν χορὸν εἶχον ἁδελφόςτε και αὐτός, ἄμφωΓοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι,γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι·ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺΜοῦσα θεὰ μετʼ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. ἔμοιγέ τοιἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.ὦ δέσποθʼ ἥκεις;ὡς ἐγὼ ʼπυθόμην τινός.τί δʼ ἔπαθες;ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸνδιεληλυθώς.ἴθι νυν κάτειπέ μοι—τὸ τί;ἄλλον τινʼ εἶδες ἄνδρα κατὰ τὸν ἀέραπλανώμενον πλὴν σαυτόν;οὔκ, εἰ μή γέ πουψυχὰς δύʼ ἢ τρεῖς διθυραμβοδιδασκάλων.τί δʼ ἔδρων;ξυνελέγοντʼ ἀναβολὰς ποτώμεναιτὰς ἐνδιαεριαυερινηχέτους τινάς.οὐκ ἦν ἄρʼ οὐδʼ ἃ λέγουσι, κατὰ τὸν ἀέραὡς ἀστέρες γιγνόμεθʼ, ὅταν τις ἀποθάνῃ;μάλιστα.καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαιἐνθάδε τὸν ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέωςἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες,οἳ καόμενοι θέουσιν;ἀπὸ δείπνου τινὲςτῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων,ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών,καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ,