καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντοπερὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζωνἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. ὧν οὕνεκα νυνὶἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶνπαῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.πρὸς ταῦτα χρεὼν εἶναι μετʼ ἐμοῦκαὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας·καὶ τοῖς φαλακροῖσι παραινοῦμενξυσπουδάζειν περὶ τῆς νίκης.πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦκἀπὶ τραπέζῃ καὶ ξυμποσίοις,φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷτῶν τρωγαλίων, καὶ μἀφαίρειγενναιοτάτου τῶν ποιητῶνἀνδρὸς τὸ μέτωπον ἔχοντος.Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετʼ ἐμοῦτοῦ φίλου χόρευσον,κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖταςκαὶ θαλίας μακάρων· σοὶ γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει.ἢν δέ σε Καρκίνος ἐλθὼνἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,μήθʼ ὑπάκουε μήτʼ ἔλθῃςσυνέριθος αὐτοῖς,ἀλλὰ νόμιζε πάνταςὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰςναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας.καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ ὃ παρʼ ἐλπίδαςεἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμωντὸν σοφὸν ποιητὴνὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼνἑζομένη κελαδῇ, χορὸν δὲ μὴ ʼχῃ Μόρσιμοςμηδὲ Μελάνθιος, οὗ δὴπικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ