ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν,ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών.ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ ὦ γείτονες·ὁ δεσπότης γάρ μου μετέωρος αἴρεταιἱππηδὸν ἐς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου.ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·μή μοι σοβαρῶς χώρει λίανεὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος,πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃςἄρθρων ἶνας πτερύγων ῥύμῃ.καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκουςαὐτοῦ μεῖνον τοὺς ἡμετέρους.ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις.σίγα σίγα.ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;ὑπὲρ Ἑλλήνων πάντων πέτομαιτόλμημα νέον παλαμησάμενος.τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις;εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρονμηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν·τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν,τοὺς τε κοπρῶνας καὶ τὰς λαύραςκαιναῖς πλίνθοισιν ἀνοικοδομεῖνκαὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃςὅποι πέτεσθαι διανοεῖ.τί δʼ ἄλλο γʼ ἢὡς τὸν Δίʼ ἐς τὸν οὐρανόν;τίνα νοῦν ἔχων;ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέριἁπαξαπάντων ὅ τι ποιεῖν βουλεύεται.ἐὰν δὲ μή σοι καταγορεύῃ;γράψομαιΜήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γʼ ἐμοῦ.οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ.ἰοὺ ἰοὺ ἰού·ὦ παιδίʼ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται