μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴοὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,οὐ μὴν Χαρίτων γε.τοῦ γάρ ἐστʼ;οὐκ ἔσθʼ ὅπωςτοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοινεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρἸωνικός τίς φησι παρακαθήμενος·δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοιςκαὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσινκαὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσωκαὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ.διʼ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπωνὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶκαί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν;κατάθου τὸ κόρημα· μὴ ʼκκόρει τὴν Ἑλλάδα.ἔα ἔα.σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.ὦ Ζεῦ τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών;λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον.τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε·ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή,πεύσεσθʼ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί·πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν ἐς τὸν οὐρανόν,ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποιεἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον,κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν,καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,