ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρ ὦ κακοδαίμονα.ὦ πάτερ ὦ πάτερ ἆρʼ ἔτυμός γεδώμασιν ἡμετέροις φάτις ἥκει,ὡς σὺ μετʼ ὀρνίθων προλιρὼν ἐμὲἐς κόρακας βαδιεῖ μεταμώνιος;ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ ὦ πάτερ, εἴ τι φιλεῖς με.δοξάσαι ἔστι κόραι, τὸ δʼ ἐτήτυμον ἄχθομαι ὑμῖν,ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι,ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳκολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ.καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρονζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθημόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει·νῦν δʼ ἃττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία,τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.λιμὴν δὲ τίς σε δέξεται φορούμενον;ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν.ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇςἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃλόγον παράσχῃς καὶ τραγῳδία γένῃ.ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε.ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν·