ἀλλʼ ὦ φίλʼ Ἑρμῆ χαῖρε πολλά.καὶ σύ γεὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.ὦ κάνθαρʼ οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα.οὐκ ἐνθάδʼ ὦ τᾶν ἔστι.ποῖ γὰρ οἴχεται;ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.πῶς δῆτʼ ἐγὼ καταβήσομαι;θάρρει, καλῶς·τῃδὶ παρʼ αὐτὴν τὴν θεόν.δεῦρʼ ὦ κόραιἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.ἀλλʼ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντεςτοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλισταπερὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.ἀλλὰ φυλάττετε ταῦτʼ ἀνδρείως· ἡμεῖς δʼ αὖ τοῖσι θεαταῖςἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴςαὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις·εἰ δʼ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστοςκωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται,ἄξιος εἶναί φησʼ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσενἐς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας,τούς θʼ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνουςἐξήλασʼ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεντοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,ἵνʼ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτʼ ἀνέροιτο,ὦ κακόδαιμον τί τὸ δέρμʼ ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέν σοιἐς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;τοιαῦτʼ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματʼ ἀγεννῆἐποίησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσʼ οἰκοδομήσαςἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις,οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας,ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει,διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους,