ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢντοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.εὐβουλότεροι γενησόμεθα.τρόπῳ τίνι;ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖνἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.ὢ ὤ,οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου.τὰ τί;πάμπολλα καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.τὸ τί;ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.Σιμωνίδης; πῶς;ὅτι γέρων ὢν καὶ σαπρὸςκέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.τί δαί; Κρατῖνος ὁ σοφὸς ἔστιν;ἀπέθανενὅθʼ οἱ Λάκωνες ἐνέβαλον.τί παθών;ὅ τι;ὼρακιάσας· οὐ γὰρ ἐξηνέσχετοἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.χἄτερα πόσʼ ἄττʼ οἴει γεγενῆσθʼ ἐν τῇ πόλει;ὥστʼ οὐδέποτʼ ὦ δέσποινʼ ἀφησόμεσθά σου.ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανεγυναῖκα σαυτῷ τήνδε· κᾆτʼ ἐν τοῖς ἀγροῖςταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.ὦ φιλτάτη δεῦρʼ ἐλθὲ καὶ δός μοι κύσαι.ἆρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶὦ δέσποθʼ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;οὐκ εἴ γε κυκεῶνʼ ἐπιπίοις βληχωνίαν.ἀλλʼ ὡς τάχιστα τήνδε τὴν Θεωρίανἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτʼ ἦν.ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.