βυρσοπώλης.παῦε παῦʼ ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε,ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπερ ἔστʼ εἶναι κάτω·οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον,κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη,καὶ λάλος καὶ συκοφάντηςκαὶ κύκηθρον καὶ τάρακτρον,ταῦθʼ ἁπαξάπαντα νυνὶτοὺς σεαυτοῦ λοιδορεῖς.ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.εἶεν, ἀκούω. ταῦτʼ ἐπικαλεῖς; μανθάνω.ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳσπονδῶν φέρουσα τῇ πόλει κίστην πλέανἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰὁ Κλεώνυμος;ψυχήν γʼ ἄριστος πλήν γʼ ὅτιοὐκ ἦν ἄρʼ οὗπέρ φησιν εἶναι τοῦ πατρός.εἰ γάρ ποτʼ ἐξέλθοι στρατιώτης, εὐθέωςἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.ἔτι νῦν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ʼν τῇ πυκνί.Ὑπέρβολος νῦν τοῦτʼ ἔχει τὸ χωρίον.αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσʼ ὅτιαὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν