πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν.ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος,ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷπάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε.ὡς δʼ ἅπαξ †τὸ πρῶτον ἄκουσʼ† ἐψόφησεν ἄμπελοςκαὶ πίθος πληγεὶς ὑπʼ ὀργῆς ἀντελάκτισεν πίθῳ,οὐκέτʼ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δʼ ἠφανίζετο.ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ʼγὼ ʼπεπύσμην οὐδενός,οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.οὐδʼ ἔγωγε πλήν γε νυνί. ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν,οὖσα συγγενὴς ἐκείνου. πολλά γʼ ἡμᾶς λανθάνει.κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετεἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας,πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι,κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοιτήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν·κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναιοὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μουἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.νὴ Δίʼ ὦ μέλʼ ἐνδίκως γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθονἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.κᾆτα δʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδαςἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖτοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου.εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε·ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν.οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ οἱ ξένοιχρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα,ὥστʼ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς ἂνἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε. ταῦτα δʼ ἦν ὁ δρῶν