ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ,ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·εἶθʼ ὅπως Λιταργιοῦμεν οἴκαδʼ ἐς τὰ χωρία,ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεταικαὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.νὴ Δίʼ ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρʼ ἐξωπλισμένη,αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.ὥστʼ ἔγωγʼ ἤδη ʼπιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸνκαὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.ἀλλʼ ἀναμνησθέντες ὦνδρεςτῆς διαίτης τῆς παλαιᾶς,ἣν παρεῖχʼ αὕτη ποθʼ ἡμῖν,τῶν τε παλασίων ἐκείνωντῶν τε σύκων τῶν τε μύρτων,τῆς τρυγός τε τῆς γλυκείαςτῆς ἰωνιᾶς τε τῆς πρὸςτῷ φρέατι τῶν τʼ ἐλαῶνὧν ποθοῦμεν,ἀντὶ τούτων τήνδε νυνὶτὴν θεὸν προσείπατε.χαῖρε χαῖρʼ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη.σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαιἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ὦ ποθουμένηπᾶσιν ὁπόσοι γεωργὸν βίον ἐτρίβομεν.μόνη γὰρ ἡμᾶς ὠφέλεις.πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτʼ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.ὥστε σὲ τά τʼ ἀμπέλια καὶ τὰ νέα συκίδιατἄλλα θʼ ὁπόσʼ ἔστι φυτὰπροσγελάσεται λαβόντʼ ἄσμενα.ἀλλὰ ποῦ ποτʼ ἦν ἀφʼ ἡμῶν τὸν πολὺν τοῦτον χρόνονἥδε; τοῦθʼ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε.ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετεῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο.πρῶτα μὲν γὰρ †αὐτῆς ἦρξεν† Φειδίας πράξας κακῶς·εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης,τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,