ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία,οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,ἐπυλλίων Εὐριπίδου—κλαύσἄρα σὺταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεταιαὕτη ποιητῇ ῥηματίων δικανικῶν.κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,† κόλπου † γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,ἄλλων τε πολλῶν κἀγαθῶν—ἴθι νυν ἄθρειοἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλειςδιαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι,καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναιἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπειτὰ πρόσωφʼ, ἵνα γνῷς τὰς τέχνας.αἰβοῖ τάλας,ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷςτίλλονθʼ ἑαυτόν;ὁ δέ γε τὰς σμινύας ποιῶνκατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ʼκεινουί.ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναιτὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸνὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,τάς τε συκᾶς, ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος,