ὑπὸ τοῦ γε λιμοῦ νὴ Δίʼ ἐξολωλότες.οὐδὲν ποιοῦμεν ὦνδρες· ἀλλ ὁμοθυμαδὸνἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.ὦ εἶα.εἶα μάλα.ὦ εἶα.εἶα νὴ Δία.μικρόν γε κινοῦμεν.οὔκουν δεινὸντοὺς μὲν τείνειν τοὺς δʼ ἀντισπᾶν;πληγὰς λήψεσθʼ ὦργεῖοι.εἶά νυν.εἶα ὦ.ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.ὑμεῖς μὲν γοῦν οἱ κιττῶντεςτῆς εἰρήνης σπᾶτʼ ἀνδρείως.ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγωἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.ἄγε νυν ἄγε πᾶς.καὶ μὴν ὁμοῦ ʼστιν ἤδη.μή νυν ἀνῶμεν ἀλλʼ ἐπεντείνωμενἀνδρικώτερον.ἤδη ʼστὶ τοῦτʼ ἐκεῖνο.ὦ εἶα νῦν, ὦ εἶα πᾶς.ὦ εἶα εἶα εἶα εἶα εἶα εἶα.ὦ εἶα εἶα εἶα εἶα εἶα πᾶς.ὦ πότνια βοτρυόδωρε τί προσείπω σʼ ἔπος;πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορονὅτῳ προσείπω σʼ; οὐ γὰρ εἶχον οἴκοθεν.