πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶνληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένοςἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. ἰὴ παιὼν ἰή.ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.Ἄρει δέ;μὴ μή.μηδʼ Ἐνυαλίῳ γε;μή.ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.ὦ εἶα.εἶα μάλα.ὦ εἶα.εἶα ἔτι μάλα.ὦ εἶα, ὦ εἶα.ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.οὐ ξυλλήψεσθʼ; οἷʼ ὀγκύλλεσθʼ·οἰμώξεσθʼ οἱ Βοιωτοί.εἶά νυν.εἶα ὦ.ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.οὔκουν ἕλκω κἀξαρτῶμαικἀπεμπίπτω καὶ σπουδάζω;πῶς οὖν οὐ χωρεῖ τοὔργον;ὦ Λάμαχʼ ἀδικεῖς ἐμποδὼν καθήμενος.οὐδὲν δεόμεθʼ ὦνθρωπε τῆς σῆς μορμόνος.οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν ἁργεῖοι πάλαιἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.ἀλλʼ οἱ Λάκωνες ὦγάθʼ ἕλκουσʼ ἀνδρικῶς.ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου,μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ.οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμωςγλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,