ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνοντοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.ἵνα δὴ τί τοῦτο δρᾶτον;ὁτιὴ νὴ Δίαἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲοἱ βάρβαροι θύουσι. διὰ τοῦτʼ εἰκότωςβούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτηνκαὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁμαρτωλίας.ναὶ μὰ Δία. πρὸς ταῦτʼ ὦ φίλʼ Ἑρμῆ ξύλλαβεἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.καί σοι τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομενπάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,μυστήριʼ Ἑρμῇ, Διιπόλειʼ, Ἀδώνια·ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶνἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά. πρῶτον δέ σοιδῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων.ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες. ἀλλὰ ταῖς ἄμαιςεἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.ταῦτα δράσομεν· σὺ δʼ ἡμῖν ὦ θεῶν σοφώτατεἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς·τἄλλα δʼ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπωςἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.σπονδὴ σπονδή·εὐφημεῖτε εὐφημεῖτε.σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέρανἝλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεταιμηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις