ἀλλʼ οὐδὲν ἠμπόληκά πω,οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.καὶ μὴν ἐπιτέτριψαί γε.κᾆτα τῷ τρόπῳοὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂνταύτην ἀνορύττων εὑρεθῇ;νῦν ἆρά μεἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;εὖ ἴσθʼ ὅτι.ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.ὦ Ζεῦ κεραυνοβρόντα.μὴ πρὸς τῶν θεῶνἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.οὐκ ἂν σιωπήσαιμι.ναὶ πρὸς τῶν κρεῶν,ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.εἰπέ μοι, τί πάσχετʼ ὦνδρες; ἕστατʼ ἐκπεπληγμένοι.ὦ πόνηροι μὴ σιωπᾶτʼ· εἰ δὲ μή, λακήσεται.μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐμοῦ γε κατεδηδοκώς,τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ νῦν πράγματι.οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ ὦναξ δέσποτα;†μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,†ὥστε τήνδε μὴ λαβεῖν·ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισιδιὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα,ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος