φῄς γε, παύει δʼ οὐδέπω.ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.τουτογὶ νὴ τὸν Δίατὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶμᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετεκαὶ βοᾶτε καὶ γελᾶτʼ· ἤδηγὰρ ἐξέσται τόθʼ ὑμῖνπλεῖν μένειν βινεῖν καθεύδειν,ἐς πανηγύρεις θεωρεῖν,ἑστιᾶσθαι κοτταβίζειν,†συβαρίζειν†ἰοῦ ἰοῦ κεκραγέναι.εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν ποτέ.πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃςἔλαχε Φορμίων·κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον,οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις καὶ πολὺ νεώτερον,ἀπαλλαγέντα πραγμάτων.καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοιἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι.ἀλλʼ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγεφράζε· σὲ γὰρ αὐτοκράτορʼ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.ἀπόλωλας ὦ κακόδαιμον.οὐκοῦν ἢν λάχω.Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι.ἀπόλωλας, ἐξόλωλας.ἐς τίνʼ ἡμέραν;εἰς αὐτίκα μάλʼ.