ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος,ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας,ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸνἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶνἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονεςκαὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοικαὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαιτὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματιτὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶνπρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆςοὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.