ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;οἴσεις ἀλετρίβανον τρέχων;ἀλλʼ ὦ μέλεοὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,τούτῳ ταράξει τὰς πόλεις καθήμενος.ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.οὗτος.τί ἔστιν;οὐ φέρεις;τὸ δεῖνα γὰρἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶνἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτειἀνύσας τι;ταῦτʼ ὦ δέσποθʼ.ἧκέ νυν ταχύ.ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνειμεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸνἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.τί ἔστι; μῶν οὐκ αὖ φέρεις;ἀπόλωλε γὰρκαὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.πῶς ὦ πανοῦργʼ;ἐς τἀπὶ Θρᾴκης χωρίαχρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω.ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί.ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·