τὸ λοιπὸν ὄψεσθʼ.ἀλλὰ ποῖ γὰρ οἴχεται;ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ.ἐς ποῖον;ἐς τουτὶ τὸ κάτω, κἄπειθʼ ὁρᾷςὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν.εἰπέ μοι,ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέραςὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴνμέλλει· θορυβεῖ γοῦν ἔνδον.οἴμοι δείλαιος.φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμηνκαὐτὸς θυείας φθέγμα πολεμιστηρίας.ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν,ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκιςκαὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω·τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς.ὦ Μέγαρα Μέγαρʼ ὡς ἐπιτετρίψεσθʼ αὐτίκαἁπαξάπαντα καταμεμυττωτευμένα.βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέατοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.οἵα πόλις τάλαινα διακναισθήσεται.φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.παῖ παῖ Κυδοιμέ.τί με καλεῖς;κλαύσει μακρά.