οὔτοι μὰ τὴν γῆν ἔσθʼ ὅπως οὐκ ἀποθανεῖ,εἰ μὴ κατερεῖς μοι τοὔνομʼ ὅ τι ποτʼ ἔστι σοι.Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,οὐ συκοφάντης οὐδʼ ἐραστὴς πραγμάτων.ἥκεις δὲ κατὰ τί;τὰ κρέα ταυτί σοι φέρων.ὦ δειλακρίων πῶς ἦλθες;ὦ γλίσχρων ὁρᾷςὡς οὐκέτʼ εἶναί σοι δοκῶ μιαρώτατος;ἴθι νυν κάλεσόν μοι τὸν Δίʼ.ἰὴ ἰὴ ἰή,ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν·φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι.ποῖ γῆς;ἰδοὺ γῆς.ἀλλὰ ποῖ;πόρρω πάνυ;ὑπʼ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.πῶς οὖν σὺ δῆτʼ ἐνταῦθα κατελείφθης μόνος;τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,χυτρίδια καὶ σανίδια κἀμφορείδια.ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;Ἕλλησιν ὀργισθέντες. εἶτʼ ἐνταῦθα μὲνἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτιμηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.τοῦ δʼ οὕνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι.ὁτιὴ πολεμεῖν ᾑρεῖσθʼ ἐκείνων πολλάκιςσπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν.εἰ δʼ αὖ τι πράξαιτʼ ἀγαθὸν ἁττικωνικοίκἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,ἐλέγετʼ ἂν ὑμεῖς εὐθύς· ἐξαπατώμεθανὴ τὴν Ἀθηνᾶν, νὴ Δίʼ, οὐχὶ πειστέον·ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.’ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι