ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,κατωκάρα ῥίψας με βουκολήσεται.ἀλλʼ ἄγε Πήγασε χώρει χαίρων,χρυσοχάλινον πάταγον ψαλίωνδιακινήσας φαιδροῖς ὠσίν.τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνειςτοὺς μυκτῆρας; πρὸς τὰς λαύρας.ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνωνὀρθὸς χώρει Διὸς εἰς αὐλάς,ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων,ἀπὸ δʼ ἡμερίων σίτων πάντων.ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζωνἐν Πειραιεῖ παρὰ ταῖς πόρναις;ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξειςκἀπιφορήσεις τῆς γῆς πολλήν,κἀπιφυτεύσεις ἕρπυλλον ἄνωκαὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼνἐνθένδε πάθω, τοὐμοῦ θανάτουπέντε τάλανθʼ ἡ πόλις ἡ Χίωνδιὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.οἴμʼ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.ὦ μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ·ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;πόθεν βροτοῦ με προσέβαλʼ; ὦναξ Ἡράκλειςτουτὶ τί ἐστι τὸ κακόν;ἱπποκάνθαρος.ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺκαὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,πῶς δεῦρʼ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε;τί σοί ποτʼ ἔστʼ ὄνομʼ; οὐκ ἐρεῖς;μιαρώτατος.ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι.μιαρώτατος.πατὴρ δέ σοι τίς ἐστʼ;ἐμοί; μιαρώτατος.